Ancient Greek · ~1 min
Section 83
Philo Judaeus, De sacrificiis Abelis et Caini 83
Not analysed yet
οὕτως τὸ πάντων ἄριστον ἐσθημάτων ὁ λόγος ἁρμονίως συνυφαίνεται· καὶ γὰρ τὰ πέταλα τοῦ χρυσίου κατατέμνει ὁ νομοθέτης εἰς τρίχας, ὥστε συνυφῆναι τὰ οἰκεῖα ἐπιμόνως (Exod. 36, 10)· οὕτως ὁ τιμιώτερος χρυσοῦ λόγος ποίκιλμα ὢν ἐκ μυρίων ἰδεῶν ἐπαινετῶς τελεσιουργεῖται, ὅταν ἄχρι τῶν λεπτοτάτων κεφαλαίων τμηθεὶς τρόπον τινὰ νήματος δέξηται καθάπερ κρόκην ἀποδείξεις ἐναρμονίους.