Ancient Greek · ~2 min
Section 84
Philo Judaeus, De sacrificiis Abelis et Caini 84
Not analysed yet
προστέτακται μέντοι καὶ „τὸ ὁλοκαύτωμα δείραντας εἰς μέλη διανεῖμαι“ (Lev. 1, 6), ὑπὲρ τοῦ πρῶτον μὲν γυμνὴν ἄνευ σκεπασμάτων, ὅσα περιποιοῦσιν αἱ κεναὶ καὶ ψευδεῖς ὑπολήψεις, τὴν ψυχὴν φανῆναι, εἶτα δέξασθαι διαιρέσεις ἐμμελεῖς· τὸ γὰρ ὅλον καὶ ἐν γένει ἡ ἀρετή, ἣ κατὰ εἴδη τὰ προσεχῆ τέμνεται, φρόνησιν καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην, ἵνα τὰς καθ’ ἕκαστον εἰδότες διαφορὰς ἑκούσιον ὑπομένωμεν λατρείαν καὶ καθ’ ὅλα καὶ κατὰ μέρη.