Ancient Greek · ~2 min
Section 86
Philo Judaeus, De sacrificiis Abelis et Caini 86
Not analysed yet
μετὰ τὸ „χίδρα“ οὖν ἁρμόττει ποιεῖν „ἐρικτά“, τουτέστι μετὰ τὴν διαίρεσιν ἐνδιατρίβειν καὶ ἐνσχολάζειν τοῖς ἐπινοηθεῖσι· συνεχὴς γὰρ ἄσκησις ἐπιστήμην πάγιον ἐργάζεται, ὡς ἀμαθίαν ἀμελετησία· μυρίοι γοῦν ἀθλήσεως ὄκνῳ καὶ τὴν ἐκ φύσεως ἰσχὺν ἐξέλυσαν, οὓς οὐκ ἐμιμήσαντο οἱ τροφῇ θείᾳ τὴν ψυχὴν τραφέντες τῷ λεγομένῳ μάννα· οὗτοι γὰρ ἤλουν καὶ ἔτριβον αὐτὸ ποιοῦντες ἐγκρυφίας (Num. 11, 8), τὸν οὐράνιον ἀρετῆς λόγον ἀνατρίβειν καὶ ἐπιλεαίνειν ἕνεκα τοῦ τυπῶσαι βεβαιότερον τὴν διάνοιαν ἐγνωκότες.