Ancient Greek · ~2 min
Section 87
Philo Judaeus, De sacrificiis Abelis et Caini 87
Not analysed yet
ὅταν οὖν „νέα" τὴν ἀκμὴν καὶ „πεφρυγμένα„ τὸν πεπυρωμένον καὶ ἀνίκητον λόγον καὶ „χίδρα„ τὴν τομὴν καὶ διαίρεσιν τῶν πραγμάτων καὶ „ἐρικτὰ„ τὴν τριβὴν καὶ μελέτην τῶν ἐπινοηθέντων ὁμολογῇς κατὰ θεόν, πρωτογεννημάτων οἴσεις θυσίαν, ὧν πρώτων καὶ ἀρίστων ἐγέννησεν ἡ ψυχή. κἂν ἡμεῖς μέντοι βραδύνωμεν, αὐτὸς οὐ βραδύνει τοὺς ἐπιτηδείους πρὸς θεραπείαν λαβεῖν ἑαυτῷ· „λήψομαι„ γάρ φησιν „ὑμᾶς ἐμαυτῷ λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεὸς„ (Exod. 6,7) „καὶ ὑμεῖς ἔσεσθέ μοι λαός· ἐγώ εἰμι κύριος„ (Lev. 26, 12).