Ancient Greek · ~1 min
Section 90
Philo Judaeus, De sacrificiis Abelis et Caini 90
Not analysed yet
καιρὸς μὲν δὴ ἐπιτηδειότατος, ὅταν εἰσαγάγῃ σε ὁ θεὸς εἰς τὸν σαλεύοντα λόγον, τὴν τῶν Χαναναίων γῆν, οὐχ ὃν τύχοι τρόπον, ἀλλ’ ὃν ὤμοσεν αὐτός· οὐχ ἵνα σάλον καὶ τροπὴν καὶ κλύδωνα ὧδε κἀκεῖσε φορούμενος ἀστάτως ὑπομένῃς, ἀλλ’ ἵνα τοῦ σάλου παυσάμενος αἰθρίαν καὶ γαλήνην ἀγάγῃς καὶ ὥσπερ εἰς ὑπόδρομον ἢ ὕφορμον ἢ ναυλοχώτατον λιμένα