Ancient Greek · ~2 min
Section 91
Philo Judaeus, De sacrificiis Abelis et Caini 91
Not analysed yet
τὴν ἀρετὴν ἀφικόμενος βεβαίως ἱδρυθῇς. ὅταν δὲ λέγῃ τὸν θεὸν ὀμνύναι, σκεπτέον εἰ πρὸς ἀλήθειαν ὡς ἐπιβάλλον αὐτῷ τοῦτο ἀποφαίνεται, ἐπεὶ μυρίοις ἔδοξεν ἀνοίκειον εἶναι· ὅρκου γὰρ ἔννοιά ἐστι μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· θεῷ δὲ οὐδὲν ἄδηλον οὐδὲ ἀμφισβητούμενον, ὃς καὶ τοῖς ἄλλοις τὰ γνωρίσματα τῆς ἀληθείας ἐναργῶς ἐπιδέδειχε· μάρτυρός γε μὴν οὐδενὸς δεῖται, οὐδὲ γάρ ἐστιν ἄλλος θεὸς ἰσότιμος αὐτῷ.