Ancient Greek · ~2 min
Section 97
Philo Judaeus, De sacrificiis Abelis et Caini 97
Not analysed yet
„ἐὰν οὖν δῷ σοι ὁ θεός, ἀφελεῖς“ (Exod. 13, 11) λέγει Μωυσῆς ὁριζόμενος· μὴ δόντος γὰρ οὐχ ἕξεις, ἐπεὶ πάντα αὐτοῦ κτήματα, καὶ τὰ ἐκτὸς καὶ τὸ σῶμα καὶ ἡ αἴσθησις καὶ ὁ λόγος καὶ ὁ νοῦς καὶ αἱ πάντων ἐνέργειαι καὶ οὐ σὺ μόνος ἀλλὰ καὶ ὅδε ὁ κόσμος· ὅ τι ἂν ἀποτέμνῃ καὶ διαιρῇ, τοῦτ’ ἀλλότριον εὑρήσεις· καὶ γὰρ γῆν καὶ ὕδωρ καὶ πνεῦμα καὶ οὐρανὸν καὶ ἀστέρας καὶ ζῴων καὶ φυτῶν ἀφθάρτων τε καὶ φθαρτῶν ἰδέας ἁπάσας οὐκ ἴδια κέκτησαι, ὥσθ’ ὅ τι ἂν αὐτῶν ἱερείου τρόπον προσάγῃς, τὸ θεοῦ προσάξεις κτῆμα, οὐ