Ancient Greek · ~2 min
Section 98
Philo Judaeus, De sacrificiis Abelis et Caini 98
Not analysed yet
τὸ σαυτοῦ. παρατήρει δὲ ὡς πάνυ εὐαγῶς ἀπὸ τῶν δοθέντων ἀφελεῖν διείρηται, οὐχ ὅλα προσάγειν τὰ δοθέντα. μυρία γὰρ ἡμῖν ἡ φύσις ἐπιβάλλοντα ἀνθρώπων γένει δεδώρηται, ὧν ἀμέτοχος ἁπάντων ἐστὶν αὐτή, γένεσιν ἀγένητος οὖσα, τροφὴν τροφῆς οὐ δεομένη, αὔξησιν ἐν ὁμοίῳ μένουσα, τὰς κατὰ χρόνον ἡλικίας ἀφαίρεσιν ἢ πρόσθεσιν οὐκ ἐπιδεχομένη, σῶμα ὀργανικὸν ᾧ λαβεῖν, ᾧ δοῦναι, προελθεῖν, ἰδεῖν, ἀκοῦσαι, προσενέγκασθαι τροφήν, τὴν ἐξικμασθεῖσαν ἀποπέμψασθαι πάλιν, ἀτμῶν ἐπικρῖναι διαφοράς, λόγῳ χρήσασθαι γεγωνῷ, πολλὰ καὶ ἄλλα τῶν εἰς τὰς ἀναγκαίας ἅμα καὶ ὠφελίμους ὑπηρεσίας ἔνεστιν.