Ancient Greek
Section 99
Philo Judaeus, De sacrificiis Abelis et Caini 99
Not analysed yet
ἀλλὰ ταῦτα μὲν ἀδιάφορα ἄν τις εἴποι, τὰ δὲ ὁμολογούμενα ἀγαθὰ δεῖν ἀνῆφθαι τὴν φύσιν. φέρ’ οὖν ἐξετάσωμεν καὶ τῶν πρὸς ἀλήθειαν ἀγαθῶν τὰ μάλιστα παρ’ ἡμῖν θαυμαζόμενα, ὧν ἁπάντων μὲν τυχεῖν κατὰ καιροὺς τοὺς ἁρμόζοντας εὐχόμεθα, τυχόντες δὲ εὐδαιμονέστατοι νομιζόμεθα.