Ancient Greek
Section 16
Philo Judaeus, De sobrietate 16
Not analysed yet
ἀναπίμπλασο. ὡς μὲν τοίνυν πολλαχοῦ νέον οὐκ εἰς τὴν σώματος ἀκμήν, ἀλλ’ εἰς τὴν ψυχῆς νεωτεροποιίαν ἀφορῶν εἴωθε καλεῖν, ἐπιδέδεικται. ὡς δὲ καὶ πρεσβύτερον οὐ τὸν γήρᾳ κατεσχημένον, ἀλλὰ τὸν γέρως καὶ τιμῆς ἄξιον ὀνομάζει, δηλώσομεν.