Ancient Greek · ~1 min
Section 17
Philo Judaeus, De sobrietate 17
Not analysed yet
τίς οὖν ἀγνοεῖ τῶν ἐντετυχηκότων ταῖς ἱερωτάταις βίβλοις, ὅτι σχεδὸν τῶν προγόνων ἑαυτοῦ πάντων ὁ σοφὸς Ἀβραὰμ ὀλιγοχρονιώτατος εἰσάγεται; κἀκείνων μέν, οἶμαι, οἳ μακροβιώτατοι γεγόνασιν, οὐδὲ εἷς, οὑτοσὶ δὲ ἀναγέγραπται πρεσβύτερος· φασὶ γοῦν οἱ χρησμοί, ὅτι „Ἀβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς καὶ κύριος εὐλόγησε τὸν Ἀβραὰμ κατὰ πάντα„ (Gen. 24,1).