Ancient Greek · ~1 min
Section 18
Philo Judaeus, De sobrietate 18
Not analysed yet
τοῦτό μοι δοκεῖ τὸ προκείμενον αἰτίας ἀπόδοσις εἶναι, δι’ ἣν πρεσβύτερος ἐλέχθη ὁ σοφός· ἐπιφροσύνῃ γὰρ θεοῦ τὸ λογικὸν τῆς ψυχῆς μέρος ὅταν εὖ διατεθῇ καὶ μὴ καθ’ ἓν εἶδος ἀλλὰ κατὰ πάσας τὰς ἐπιβολὰς εὐλογιστῇ, πρεσβυτέρᾳ χρώμενον γνώμῃ καὶ αὐτὸ δήπου πρεσβύτερόν ἐστιν.