Ancient Greek · ~2 min
ΦΙΛΩNΟΣ ΠEΡΙ ΤΟΥ ΘEΟΠEΜΠΤΟΥΣ ΕΙΝΑΙ TΟΥΣ ΟNEΙΡΟΥΣ
Philo Judaeus, De somniis (lib. i‑ii) 134
Not analysed yet
τὸν μὲν γὰρ φρονήσεως ἀσκητὴν ὑπολαμβάνομεν ἥλιον, ἐπειδήπερ ὁ μὲν τοῖς σώμασιν, ὁ δὲ τοῖς κατὰ ψυχὴν πράγμασιν ἐμπαρέχει φῶς, τὴν δὲ παιδείαν, ᾗ κέχρηται, σελήνην —ἐν νυκτὶ γὰρ ἡ ἑκατέρας εἱλικρινεστάτη καὶ ὠφελιμωτάτη χρῆσίς ἐστιν —,ἀδελφοὺς δὲ τοὺς παιδείας καὶ ἀσκητικῆς ψυχῆς ὡς ἂν ἐγγόνους ἀστείους λόγους, οὓς πάντας ὀρθὴν ἀτραπὸν εὐθύνοντας τοῦ βίου παλαίσμασι πολυτρόποις καὶ πολυμηχάνοις αὐχενίζοντες ἐκτραχηλίζειν καὶ καταρράττειν ὑποσκελίζοντες οἱ μηδὲν ὑγιὲς μήτε λέγειν μήτε φρονεῖν ἐγνωκότες ἀξιοῦσι.