Ancient Greek · ~6 min
135 to 140
Philo Judaeus, De somniis (lib. i‑ii) 135-140
Not analysed yet
διὸ καὶ ἐπιτιμᾷ τῷ τοιούτῳ τιθασῶς ὁὁ πατήρ, οὐκ Ἰακώβ, ἀλλ’ ὁὁ καὶ τούτου πρεσβύτερος ὀρθὸς λόγος φάσκων· „τί τὸ ἐνύπνιον τοῦτο ἐνυπνιάσθης“ (Gen. 37, 10) ; ἀλλ’ οὐκ ἐνύπνιον εἶδες; ἢ ὑπέλαβες, ὅτι τὰ φύσει ἐλεύθερα ἀνθρωπείων ἀνάγκῃ δοῦλα ἔσται καὶ ὑπήκοα τὰ ἄρχοντα καί, τὸ ἔτι παραδοξότερον, οὐκ ἄλλων ὑπήκοα ἀλλὰ τῶν ἀρχομένων, οὐδ’ ἑτέρων δοῦλα ἀλλὰ τῶν δουλευόντων; εἰ μὴ ἄρα κράτει θεοῦ τοῦ μόνου πάντα δυνατοῦ, ᾧ καὶ τὰ ἀκίνητα κινεῖν καὶ τὰ φορούμενα θέμις ἱδρύσασθαι, μεταβολὴ τῶν καθεστώτων γένοιτο πρὸς τἀναντία. ἐπεὶ τίνα ἕξει λόγον τὸ ὀργίζεσθαι καὶ ἐπιτιμᾶν τῷ τὴν καθ’ ὕπνον φαντασίαν ἰδόντι; μὴ γὰρ ἑκὼν εἶδον αὐτήν; ἐρεῖ, τί μοι τὰ τῶν ἐκ προνοίας ἠδικηκότων ἐπάγεις ἐγκλήματα; τὸ προσπεσὸν ἔξωθεν καὶ πλῆξάν μου τὴν διάνοιαν αἰφνίδιον ἄκοντος διηγησάμην. ἀλλὰ γὰρ οὐκ ἔστι περὶ ὀνείρατος ὁ παρὼν λόγος, ἀλλὰ περὶ πραγμάτων ἐοικότων ἐνυπνίοις· ἃ τοῖς μὴ λίαν κεκαθαρμένοις μεγάλα καὶ λαμπρὰ καὶ περιμάχητα εἶναι δοκεῖ, μικρὰ ὄντα καὶ ἀμυδρὰ καὶ χλεύης ἐπάξια παρ’ ἀδεκάστοις ἀληθείας βραβευταῖς. Ἆρ’ οὖν, φησίν, ἐλεύσομαι μὲν ὁ ὀρθὸς λόγος, ἐγώ, ἀφίξεται δὲ καὶ ἡ τοῦ φιλομαθοῦς θιάσου [ψυχὴ] μήτηρ ὁμοῦ καὶ τροφός, ἀρετῶσα παιδεία, συντενοῦσι δὲ καὶ οἱ ἀμφοτέρων ἡμῶν ἔγγονοι καὶ στάντες ἀντικρὺς οὕτω κατὰ στοῖχον ἐν κόσμῳ τὰς χεῖρας ἐξάραντες προσευξώμεθα τῦφον πρότερον ἀφέντες; εἶτα καταβαλόντες ἑαυτοὺς εἰς τὸ ἔδαφος ποτνιᾶσθαι καὶ προσκυνεῖν ἐπιχειρήσωμεν; ἀλλὰ μὴ ἐπιλάμψαι ποτὲ τούτοις γινομένοις ἥλιος, ἐπεὶ βαθὺ μὲν σκότος κακοῖς, τηλαυγὲς δὲ φῶς ἀγαθοῖς ἐφαρμόζει. τί δ’ ἂν γένοιτο μεῖζον κακὸν ἢ τὸν πλαστὸν καὶ φένακα τῦφον ἀντὶ τῆς ἀπλάστου καὶ ἀψευδοῦς ἀτυφίας ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι;