Ancient Greek · ~6 min
141 to 146
Philo Judaeus, De somniis (lib. i‑ii) 141-146
Not analysed yet
παγκάλως δὲ προσδιέσταλται τὸ "διετήρησεν ὁ πατὴρ τὸ ῥῆμα“ (Gen. 37,11)· ψυχῆς γὰρ οὐ νεωτέρας οὐδὲ ἀγόνου καὶ ἐστειρωμένης, ἀλλὰ τῷ ὄντι πρεσβυτέρας καὶ γεννᾶν ἐπισταμένης ἔργον ἐστὶ συζῆν εὐλαβείᾳ καὶ μηδενὸς καταφρονεῖν τὸ παράπαν, ἀλλὰ τὸ ἄδραστον καὶ ἀνίκητον τοῦ θεοῦ κράτος κατεπτηχέναι καὶ περιαθρεῖν ἐν κύκλῳ, τί ἄρα ἀποβήσεται τὸ τέλος αὐτῇ. διὰ τοῦτο καὶ τὴν Μωυσέως ἀδελφὴν —ἐλπὶς δὲ παρ’ ἡμῖν τοῖς ἀλληγορικοῖς ὀνομάζεται —φασὶν ἀποσκοπεῖν μακρόθεν (Exod. 2, 4) οἱ χρησμοί, πρὸς τὸ τοῦ βίου δήπου τέλος ἐμβλέπουσαν, ἵνα αἴσιον ἀπαντήσῃ, τοῦ τελεσφόρου καταπέμψαντος αὐτὸ ἄνωθεν ἀπ’ οὐρανοῦ. πολλοὶ γὰρ πολλάκις ἄπλωτα πελάγη διαβαλόντες καὶ μακρὸν πλοῦν οὐρίοις πνεύμασιν ἀκίνδυνοι παραπεμφθέντες ἐν αὐτοῖς λιμέσιν ἐξαίφνης ἐναυάγησαν, μέλλοντες ἤδη προσορμίζεσθαι. μυρίοι δὲ καὶ βαρεῖς καὶ πολυετεῖς πολέμους ἀνὰ κράτος ἑλόντες καὶ ἄτρωτοι διατελέσαντες, ὡς μηδ’ ἐπιφάνειαν ἄκραν νυχθῆναι, ἀλλ’ ὥσπερ ἐκ πανηγύρεως κοινοδήμου καὶ δημοτελοῦς ἑορτῆς τελεῖν ***ὁλοκλήροις καὶ παντελέσι, μεθ’ ἱλαρᾶς ἐπιστρέψαντες εὐθυμίας ἐν ταῖς ἰδίαις ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν ἐπεβουλεύθησαν οἰκίαις, τὸ λεγόμενον τοῦτο, „βόες ἐπὶ φάτνῃ“ σφαγέντες. ὥσπερ δὴ ταῦτα ἀπροσδόκητοι καὶ ἀτέκμαρτοι συντυχίαι κατασκήπτειν φιλοῦσιν, οὕτω καὶ τὰς περὶ ψυχὴν δυνάμεις ἀντωθοῦσι πρὸς τἀναντία καὶ ἀντιμετακλίνουσιν, ἢν οἷαί τε ὦσι, καὶ ἀνατρέψαι βιάζονται. τίς γὰρ εἰς τὸν ἀγῶνα τοῦ βίου παρελθὼν ἄπτωτος ἔμεινε; τίς δ’ οὐχ ὑπεσκελίσθη; εὐδαίμων δ’ ὁ μὴ πολλάκις. τίνι δ’ οὐκ ἐφήδρευεν ἡ τύχη, διαπνέουσα καὶ συλλεγομένη ῥώμην, ἵνα συμπλακεῖσα εὐθὺς ἐξαρπάσῃ, πρὶν φθάσαι τὸν ἀντίπαλον κονίσασθαι;