Ancient Greek · ~3 min
181 to 183
Philo Judaeus, De somniis (lib. i‑ii) 181-183
Not analysed yet
Λέγωμεν οὖν τῷ θάτερον εἶδος γαστριμαργίας, πολυποσίαν, ἐπιτηδεύοντι ἀρχιοινοχόῳ· τί κακοπαθεῖς, ὦ ἀνόητε; δοκεῖς μὲν γὰρ τὰ ἀγωγὰ πρὸς εὐφροσύνην εὐτρεπίζεσθαι, τὸ δ’ ἀληθὲς ἀφροσύνης καὶ ἀκολασίας ἐξάπτεις φλόγα, πολλὴν αὐτῇ καὶ ἄφθονον ἐπιφέρων ὕλην. ἀλλ’, ἴσως ἂν εἴποι, μή με προπετῶς αἰτιῶ, πρίν με σκέψασθαι. οἰνοχοεῖν ἐτάχθην, οὐ μὴν δὴ σωφροσύνην καὶ εὐσέβειαν καὶ τὰς ἄλλας ἀρετὰς ἐνεσκευασμένῳ, ἀλλ’ ἀνδρὶ λαιμάργῳ καὶ ἀκρατεῖ καὶ ἀδίκῳ καὶ ἐπὶ ἀσεβείᾳ μέγα φρονοῦντι, ὃς ἐτόλμησέ ποτε εἰπεῖν· „οὐκ οἶδα τὸν κύριον“ (Exod. 5,2)· ὡς εἰκότως ἐγὼ τὰ ἐκείνῳ δι’ ἡδονῆς ἐπιτετήδευκα. μὴ θαυμάσῃς δέ, ὅτι τοῖς ἐναντίοις ὁ θεὸς καὶ ὁ ἀντίθεος νοῦς εὐφραίνεται, Φαραώ. τίς οὖν οἰνοχόος θεοῦ; ὁ σπονδοφόρος, ὁ μέγας ὄντως ἀρχιερεύς, ὃς τὰς τῶν ἀεννάων χαρίτων λαβὼν προπόσεις ἀντεκτίνει, πλῆρες ὅλον τὸ σπονδεῖον ἀκράτου μεθύσματος ἐπιχέων, ἑαυτόν. ὁρᾷς οἰνοχόων διαφορὰς τοῖς θεραπευομένοις ἀναλογούσας.