Ancient Greek · ~2 min
ΦΙΛΩNΟΣ ΠEΡΙ ΤΟΥ ΘEΟΠEΜΠΤΟΥΣ ΕΙΝΑΙ TΟΥΣ ΟNEΙΡΟΥΣ
Philo Judaeus, De somniis (lib. i‑ii) 184
Not analysed yet
διὰ τοῦτο ἐγὼ μὲν ὁ τοῦ Φαραὼ κατὰ τὰς ἀνέσεις ἐπιτεινομένου τὸν σκληραύχενα καὶ πάντων ἀκράτορα λογισμὸν εὐνοῦχός εἰμι (Gen. 40,1. 2), τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένος, μετανάστης μὲν τῆς ἀνδρωνίτιδος, φυγὰς δὲ καὶ τῆς γυναικωνίτιδος, οὔτ’ ἄρρεν οὔτε θῆλυ, οὔτε προέσθαι οὔθ’ ὑποδέξασθαι σπορὰν δυνάμενος, ἀμφίβολος, οὐδέτερος, ἀνθρωπείου παράκομμα νομίσματος, ἄμοιρος ἀθανασίας, ἣ τέκνων ἢ ἐγγόνων διαδοχαῖς εἰς ἀεὶ ζωπυρεῖται, συλλόγου καὶ ἐκκλησίας ἱερᾶς ἀπεσχοινισμένος· θλαδίαν γὰρ καὶ ἀποκεκομμένον ἄντικρυς διείρηται μὴ