Ancient Greek · ~8 min
197 to 203
Philo Judaeus, De somniis (lib. i‑ii) 197-203
Not analysed yet
τὰ μὲν οὖν θεραπείαν ἐνδεχόμενα ῥᾷστα καὶ πρῶτα γράφεται, τὰ δὲ ἀθεράπευτα παγχάλεπα καὶ ὕστατα, πυθμέσιν ἀναλογοῦντα. καὶ καθάπερ, οἶμαι, ἡ φρόνησις ἄρχεται μὲν ἀπὸ τῶν ἐλαττόνων ὠφελεῖν, λήγει δὲ εἰς τὰς ὑπερβολὰς τῶν κατορθωμάτων, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀφροσύνη καταβιάζουσα τὴν ψυχὴν ἄνωθεν καὶ κατ’ ὀλίγον ἀφιστᾶσα παιδείας μακρὰν ὀρθοῦ λόγου διοικίζει καὶ μέχρι τῶν ἐσχατιῶν καθαιρεῖ. τὸ δ’ ὄναρ ἐδήλου μετὰ τοὺς πυθμένας ἀνθοῦσαν καὶ βλαστάνουσαν καὶ καρποφοροῦσαν τὴν ἄμπελον —„αὐτὴ“ γάρ φησι „θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς“ (Gen. 40, 10) —,ἣν εἴθε ἀκαρπίᾳ χρῆσθαι καὶ μηδέποτε χλοηφορῆσαι καὶ πάντα μεμαράνθαι τὸν αἰῶνα. τί γὰρ ἂν εἴη μεῖζον κακὸν [ἢ] θαλλούσης καὶ εὐφορούσης ἀφροσύνης; ἀλλὰ καὶ „τὸ ποτήριον Φαραώ“, ἡ δεξαμενὴ τῆς ἀνοίας καὶ παροινίας καὶ τῆς παρὰ πάντα τὸν βίον ἀπαύστου μέθης, „ἐν τῇ χειρί μου“ (Gen. 40, 11), φησίν, ἐστίν, ἴσον τῷ ἐν ταῖς ἐμαῖς ἐγχειρήσεσι καὶ ἐπιβολαῖς καὶ δυνάμεσιν· οὐ γὰρ ἄνευ γε τῶν ἐμῶν ἐπινοιῶν εὐοδήσει τὰ πάθος ἐξ ἑαυτοῦ. ὥσπερ γὰρ ἐν μὲν ταῖς τοῦ ἡνιόχου χερσὶ τὰς ἡνίας εἶναι προσῆκεν, ἐν δὲ ταῖς τοῦ κυβερνήτου τοὺς οἴακας —μόνως γὰρ οὕτως κατορθοῦται δρόμος μὲν ἅρματι, σκάφει δὲ πλοῦς —,οὕτως ἐν τῇ χειρὶ καὶ δυνάμει τοῦ θάτερον εἶδος τῆς γαστριμαργίας τεχνιτεύοντος, οἰνοφλυγίαν, ἡ τοῦ ἀκρατοῦς ἐστιν ἐκπλήρωσις. ἀλλὰ τί παθὼν ὑπέμεινεν αὐχεῖν ἐπ’ ἀρνήσεως μᾶλλον ἢ ὁμολογίας ἐπαξίῳ πράγματι; ἢ οὐκ ἄμεινον ἦν μὴ οὐχ ὁμολογεῖν διδάσκαλον ἀκρασίας εἶναι, ἀλλὰ τῷ ἀκρατεῖ τὰ ὑπεκκαύματα τοῦ πάθους ἐπαναθεῖναι ὡς εὑρετῇ καὶ αὐτουργῷ τεθρυμμένου καὶ κατεαγότος αἰσχίστου βίου; τοιοῦτον δ’ ἐστίν· ἀφροσύνη σεμνύνεται ἐφ’ οἷς εἰκὸς ἐγκαλύπτεσθαι· νυνὶ μὲν οὐ μόνον ἐπὶ τῷ τὴν δεξαμενὴν τῆς ἀκράτορος ψυχῆς, τὸ ποτήριον, περιφέρειν ἐν ταῖς χερσὶ καὶ ἐπιδείκνυσθαι πᾶσιν ἀγάλλεται, ἀλλὰ καὶ ἐπὶ τῷ τὴν σταφυλὴν εἰς αὐτὸ ἐκθλίβειν· τὸ δ’ ἐστὶ τὸ ἐκπληρωτικὸν τοῦ πάθους δημιουργεῖν καὶ κεκρυμμένον εἰς φῶς ἄγειν.