Ancient Greek · ~7 min
204 to 211
Philo Judaeus, De somniis (lib. i‑ii) 204-211
Not analysed yet
ὡς γὰρ τὰ βρέφη γλιχόμενα τροφῆς, ὁπότε μέλλοι σπᾶν τοῦ γάλακτος, ἐκθλίβει καὶ πιέζει τὸν μαστὸν τῆς τρεφούσης, οὕτω τὴν πηγήν, ἀφ’ ἧς τὸ οἰνοφλυγίας ὀμβρεῖ κακόν, ὁ δημιουργὸς τῆς ἀκρασίας πιέζει κραταιῶς, ἵνα ταῖς ἐκθλιβομέναις λιβάσιν ἡδίστῃ τροφῇ χρῷτο. Τοιοῦτος μὲν ἡμῖν ὁ βεβακχευμένος ἀκράτῳ, παροίνιον καὶ παράληρον κακὸν καὶ ἀνίατον, γραφέσθω· τὸν δὲ συγγενῆ τούτου γάστρωνα καὶ αὐτὸν ὄντα, πολυφαγίας καὶ λαιμαργίας ἑταῖρον, τὰ περὶ ἐδωδὴν ἀκρατῶς τεχνιτεύοντα, πάλιν ἐπισκεπτέον. καίτοι οὐ πολλῆς δεῖ πρὸς τὴν θήραν αὐτοῦ φροντίδος· ἔστι γὰρ ἐκμαγεῖον ἐμφερέστατον αὐτοῦ τῆς εἰκόνος ὁ φανεὶς ὄνειρος. ἀκριβώσαντες οὖν αὐτὸν ἐκεῖνον ὥσπερ ἔμφασιν ἐν κατόπτρῳ θεασόμεθα. „ᾤμην“ γάρ φησι „τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου“ (Gen. 40, 16). κεφαλὴν μὲν τοίνυν ἀλληγοροῦντές φαμεν εἶναι ψυχῆς τὸν ἡγεμόνα νοῦν, ἐπικεῖσθαι δὲ τούτῳ πάντα· καὶ γὰρ ἐξεφώνησέ ποτε ἐπ’ αὐτοῦ· „ἐπ’ ἐμὲ ἐγένετο ταῦτα πάντα“ (Gen. 42, 36). στειλάμενος οὖν πομπὴν ὧν ἐτεχνίτευσε κατὰ γαστρὸς τῆς ταλαίνης ἐπιδείκνυται, καὶ κανηφορῶν ὁ ἀνόητος οὐκ αἰδεῖται τοσούτῳ βαρυνόμενος τριττῷ κανῶν ἄχθει, τοῦτο δ’ ἐστὶ τρισὶ χρόνου μέρεσι. τὴν γὰρ ἡδονὴν οἱ θιασῶταί φασιν αὐτῆς ἔκ τε μνήμης τῶν παρεληλυθότων τερπνῶν καὶ ἐξ ἀπολαύσεως τῶν ἐνεστηκότων καὶ ἐξ ἐλπίδος τῶν μελλόντων συνεστάναι· ὥστε τὰ τρία κανᾶ τοῖς τρισὶ τοῦ χρόνου μέρεσιν ἐξομοιοῦσθαι, τὰ δ’ ἐπὶ τῶν κανῶν πέμματα τοῖς ἑκάστῳ τῶν μερῶν ἐφαρμόζουσι, παρεληλυθότων μνήμαις, ἐνεστηκότων μετουσίαις, μελλόντων προσδοκίαις, τὸν δὲ βαστάζοντα ταῦτα πάντα τῷ φιληδόνῳ, ὃς οὐκ ἀφ’ ἑνὸς γένους ἀκρασίας, ἀλλ’ ἀπὸ πάντων σχεδὸν εἰδῶν καὶ γενῶν τῆς ἀκολασίας ἄσπονδον καὶ φιλίων ἁλῶν ἐπιδεᾶ τράπεζαν ἐκπεπλήρωκεν. ἧς ἀπολαύει μόνος ὥσπερ ἐν δημοθοινίᾳ ὁ βασιλεὺς Φαραώ, σπορὰν καὶ σκέδασιν καὶ φθορὰν ἐγκρατείας ἐπιτετηδευκώς· ἑρμηνεύεται γὰρ σκεδασμός. ἔστι δὲ τὸ ὑπέρογκον καὶ βασιλικὸν αὐτῷ οὐκ ἐφ’ οἷς εἰκὸς σωφροσύνης ἀγαθοῖς ἀγάλλεσθαι, ἀλλ’ ἐν οἷς ἀπεικὸς βδελυρίας ἐπιτηδεύμασι σεμνύνεσθαι, πρὸς ἀπληστίαν καὶ λαιμαργότητα καὶ τὸ ἁβροδίαιτον ἐξοκείλαντι.