Ancient Greek
25 to 32
Philo Judaeus, De somniis (lib. i‑ii) 25-32
Not analysed yet
ὅμοιόν ἐστι τῷ τὸν θερισμὸν θερίζειν τὸ δὶς περιτέμνειν, ὅπερ ὡς ὅτε ἐκαινούργησεν ἐξευρὼν περιτομῆς περιτομήν (Gen. 17, 13), τὴν „ἁγνείαν ἀφαγνίζεσθαι“ (Num. 6,2), τὴν κάθαρσιν τῆς ψυχῆς αὐτὴν καθαίρεσθαι, παραχωροῦντας τῷ θεῷ τὸ φαιδρύνειν καὶ μηδέποτε νομίσαντας ἱκανοὺς εἶναι ἑαυτοὺς ἄνευ θείας ἐπιφροσύνης τὸν κηλίδων ἀνάμεστον ἐκνίψασθαι καὶ ἀπολούσασθαι βίον. ταύτης ἐστὶ τῆς συγγενείας καὶ τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9), αἱ διπλαῖ καὶ περιμάχητοι γνῶμαι, ἥ τε περὶ τοῦ γεγονότος καὶ ἡ περὶ τοῦ πεποιηκότος, αἷς ἐντρέφεται ὁ ἀστεῖος, θεωρῶν μὲν τὰ ἐν κόσμῳ, φιλοπευστῶν δὲ καὶ περὶ τοῦ γεννήσαντος πατρός. ἀφ’ ὧν οἶμαι καὶ τὴν ἐν μουσικῇ δὶς διὰ πασῶν εὑρεθῆναι συμφωνίαν· ἔδει γὰρ καὶ τὸ ἔργον καὶ τὸν δημιουργὸν τελειοτάταις μελῳδίαις εὐδαιμονίζεσθαι δυσίν, οὐχὶ ταῖς αὐταῖς. ἐπειδὴ γὰρ τὰ ὑμνούμενα διέφερεν, ἀναγκαῖον καὶ τὰς μελῳδίας καὶ συμφωνίας διακεκρίσθαι, τὴν μὲν συνημμένην ἀπονέμοντας τῷ συνημμένῳ καὶ ἐκ διαφερόντων ἁρμοσθέντι κόσμῳ, τὴν δὲ διεζευγμένην τῷ πάσης γενέσεως διεζευγμένῳ κατὰ τὴν οὐσίαν θεῷ. γνώμην δὲ ἀποφαίνεται πάλιν ὁ ἱεροφάντης φιλάρετον λέγων· „οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ“ (Lev. 19, 9), μεμνημένος τῆς ἐξ ἀρχῆς ὑποθέσεως, καθ’ ἣν ὡμολόγει „τὸ τέλος εἶναι κυρίου“ (Num. 31, 28 ss.) ,παρ’ ὃν τὸ κῦρος καὶ ἡ τούτων βεβαίωσίς ἐστιν. ἀλλὰ γὰρ ὁ τοῦ θερίζειν ἀμύητος αὐχεῖ λέγων· „ᾤμην ἃ μὴ ἐθέρισα καταδεῖν σὺν ἑτέροις δράγματα“ (Gen. 37, 7), καὶ οὐκ ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι δούλων καὶ ἀνεπιστημόνων ἥδε ἐστὶν ὑπηρεσία, καθὰ καὶ μικρῷ πρότερον εἶπον. Δράγματα δ’ ἀλληγοροῦντές φαμεν εἶναι πράγματα, ὧν ἕκαστος ὡς οἰκείας τροφῆς ἐπιδράττεται, ἐν ᾗ ζήσεσθαι καὶ βιώσεσθαι τὸν αἰῶνα ἐλπίζει. μυρίαι μὲν οὖν τῶν δραγμάτων, λέγω δὴ τῶν ὡσανεὶ τρεφόντων πραγμάτων, διαφοραί, μυρίαι δὲ καὶ τῶν ἐπιδραττομένων καὶ αἱρουμένων τὰ δράγματα, ὡς ἁπάσας οὔτ’ εἰπεῖν οὔτ’ ἐπινοῆσαι δυνατόν· τινὰς δ’ οὐκ ἄτοπον δείγματος ἕνεκα ἑρμηνεῦσαι, ὧν καὶ τὸ ὄναρ διηγούμενος ἐπεμνήσθη.