Ancient Greek · ~7 min
33 to 39
Philo Judaeus, De somniis (lib. i‑ii) 33-39
Not analysed yet
φησὶ γὰρ τοῖς ἀδελφοῖς· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα“ (l. c.) . ἀδελφοὶ δ’ εἰσὶν ὁμοπάτριοι μὲν δέκα, ὁμογάστριος δὲ εἷς· ἑκάστου δὲ αὐτῶν τοὔνομα σύμβολον ἀναγκαιοτάτου πράγματός ἐστι, Ῥουβὴν μὲν εὐφυΐας —υἱὸς γὰρ ὁρῶν καλεῖται, ᾗ μὲν υἱός, οὐ τέλειος, ᾗ δὲ ὁρατικὸς καὶ ὀξὺ καθορῶν, εὐφυής —,μαθήσεως δὲ Συμεών —εἰσακοὴ γὰρ ἑρμηνεύεται —,ἐνεργειῶν δὲ καὶ πράξεων σπουδαίων καὶ λειτουργιῶν ἁγίων Λευί, τῶν δὲ εἰς θεὸν ᾠδῶν τε καὶ ὕμνων Ἰούδας, Ἰσσάχαρ δὲ μισθῶν, οἳ ἐπ’ ἔργοις καλοῖς ἀποδίδονται —τάχα δ’ αὐτὰ τὰ ἔργα ὁ τέλειος μισθὸς ἦν —,Ζαβουλὼν δὲ φωτός, ἐπειδὴ ῥύσις νυκτερίας ὀνομάζεται —ῥεούσης δὲ καὶ ἀπολιπούσης νυκτὸς ἐξ ἀνάγκης φῶς ἀνίσχει —,διακρίσεως δὲ καὶ τομῆς πραγμάτων Δάν, ἐπιθέσεως δὲ καὶ ἀντεπιθέσεως πειρατικῆς Γάδ, Ἀσὴρ δὲ τοῦ φυσικοῦ πλούτου —μακαρισμὸς γὰρ ἑρμηνεύεται, ἐπειδὴ μακάριον κτῆμα νενόμισται πλοῦτος —,εἰρήνης δὲ Νεφθαλείμ —διανοίγεται γὰρ καὶ εὐρύνεται πάντα εἰρήνῃ, ὡς συγκλείεται πολέμῳ· τὸ δὲ ὄνομα μεταληφθὲν πλατυσμὸς ἢ διανεῳγμένον ἐστί —,Βενιαμὶν δὲ τοῦ νέου καὶ γέροντος χρόνου· λέγεται γὰρ ἑρμηνευθεὶς υἱὸς ἡμερῶν εἶναι, ἡμέραις δὲ καὶ νυξὶν ὁ νέος ὁμοῦ καὶ γέρων αἰὼν ἀναμετρεῖται. ἐπιδράττεται γοῦν ἕκαστος τῶν οἰκείων καὶ ἐπιδραξάμενος τὰ μέρη πάντα συνδεῖ· ὁ μὲν εὐφυὴς εὐθιξίας, ἐπιμονῆς, μνήμης, ἐν οἷς ἡ εὐφυΐα· ὁ δὲ εὐμαθὴς ἀκροάσεως, ἡσυχίας, προσοχῆς· ὁ δὲ ἐγχειρητὴς [τῆς] θαρραλεότητος, παρακεκινδυνευμένης εὐτολμίας· ὁ δὲ εὐχάριστος ἐπαίνων, ἐγκωμίων, ὕμνων, εὐδαιμονισμῶν κατά τε τὸ λέγειν καὶ τὸ ᾄδειν· ὁ δὲ μισθῶν ἐφιέμενος ἀόκνου συνεχείας τλητικωτάτης καρτερίας καὶ ἐπιμελείας σὺν ἀνανταγωνίστῳ ταχυτῆτι· ὁ δὲ φῶς ἀντὶ σκότους μεταδιώκων ἐγρηγόρσεως, ὀξυωπίας· ὁ δὲ τομῆς καὶ διακρίσεως πραγμάτων ζηλωτὴς λόγων ἠκονημένων, τοῦ μὴ ὑφ’ ὁμοίων ὡς τῶν αὐτῶν ἀπατᾶσθαι, τοῦ μὴ πρὸς χάριν, τοῦ ἀδεκάστου·