Ancient Greek · ~8 min
258 to 264
Philo Judaeus, De somniis (lib. i‑ii) 258-264
Not analysed yet
ὥστε καὶ νῦν τὸ „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου“ νομιστέον τὸ χωρὶς ἐκείνου παραλαμβάνεσθαι· βούλεται γὰρ διοικίσας ἡμᾶς τῶν σωματικῶν, ἅπερ ἐν ῥύσει καὶ φθορᾷ φθειρομένῃ καὶ φθειρούσῃ θεωρεῖται, κλῆρον ψυχῆς λαβεῖν μετὰ τῶν ἀφθάρτων καὶ ἀφθαρσίας ἀξίων ἀρετῶν. οὕτω μέντοι τὸ εἰκάσθαι ποταμῷ λόγον ἐπαινετὸν ἰχνηλατοῦντες εὑρήκαμεν. ὁ δὲ ψεκτὸς αὐτὸς ἄρα ἦν ὁ Αἰγύπτιος ποταμός, ἀνάγωγός τις καὶ ἀμαθής, ὡς ἔπος εἰπεῖν, ἄψυχος λόγος· οὗ χάριν καὶ εἰς αἷμα μεταβάλλει (Exod. 7, 20), τρέφειν οὐ δυνάμενος —ὁ γὰρ ἀπαιδευσίας λόγος οὐ πότιμος —καὶ εὐτοκεῖ μέντοι βατράχοις (Exod. 8,6) ἀναίμοις καὶ ἀψύχοις, καινὸν καὶ τραχὺν ἦχον, ἄλγημα ἀκοῆς, ἀπηχοῦσι. λέγεται δέ, ὅτι καὶ οἱ ἐν αὐτῷ πάντες ἰχθύες ἐφθάρησαν (Exod. 7, 21), οἳ συμβολικῶς εἰσι τὰ νοήματα· ταῦτα γὰρ ἐννήχεται καὶ ἐγγίνεται ὡς ἐν ποταμῷ τῷ λόγῳ, ζῴοις ἐοικότα καὶ ψυχοῦντα αὐτόν· ἐν δὲ ἀπαιδεύτῳ λόγῳ τέθνηκε τὰ ἐνθυμήματα· συνετὸν γὰρ οὐδὲν ἔστιν εὑρεῖν, ἀλλὰ κολῳῶν τινας ἀκόσμους καὶ ἀμετροεπεῖς, ὡς εἶπέ τις, φωνάς. Περὶ μὲν δὴ τούτων ἅλις. ἐπεὶ δὲ οὐ μόνον στάσιν καὶ ποταμόν, ἀλλὰ καὶ χείλη ποταμοῦ φαντασιωθῆναι ὁμολογεῖ φάσκων· „ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Gen. 41, 17), ἀναγκαῖον ἂν εἴη καὶ περὶ χείλους τὰ καίρια ὑπομνῆσαι. φαίνεται τοίνυν ἕνεκα δυεῖν τῶν ἀναγκαιοτάτων ἡ φύσις χείλη ζῴοις καὶ μάλιστα ἀνθρώποις ἁρμόσασθαι· ἑνὸς μὲν ἡσυχίας —ἔρυμα γὰρ ταῦτα καὶ φραγμὸς ὀχυρώτατος φωνῆς —,ἑτέρου δὲ ἑρμηνείας· διὰ γὰρ τούτων τὸ τῶν λόγων νᾶμα φέρεται· συναχθέντων μὲν γὰρ ἐπέχεται, φέρεσθαι δ’ ἀμήχανον μὴ διαστάντων. ἐκ δὲ τούτου γυμνάζει καὶ συγκροτεῖ πρὸς ἄμφω, τὸ λέγειν καὶ ἡσυχάζειν, ἑκατέρου τὸν ἁρμόττοντα καιρὸν παραφυλάττοντας. οἷον ἀκοῆς ἄξιόν τι λέγεται; πρόσεχε μηδὲν ἐναντιούμενος ἐν ἡσυχίᾳ κατὰ τὸ Μωυσέως παράγγελμα, τὸ „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9). τῶν γὰρ εἰς τὰς ἐριστικὰς γνωσιμαχίας ἀφικνουμένων οὐδ’ ἂν εἷς κυρίως οὔτε λέγειν οὔτ’ ἀκούειν νομισθείη, τῷ δὲ μέλλοντι πρὸς ἀλήθειαν ***ὠφέλιμον.