Ancient Greek · ~7 min
265 to 271
Philo Judaeus, De somniis (lib. i‑ii) 265-271
Not analysed yet
πάλιν ὅταν ἴδῃς ἐν τοῖς τοῦ βίου πολέμοις καὶ κακοῖς τὴν ἵλεω τοῦ θεοῦ χεῖρα καὶ δύναμιν ὑπερέχουσαν καὶ προασπίζουσαν, ἠρέμησον· οὐ γὰρ δεῖται συμμαχίας ὁ βοηθὸς οὗτος. ἔστι δὲ καὶ τούτου δεῖγμα τὸ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς κατακείμενον, τὸ „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε“ (Exod. 14, 14). ἐάν γε μὴν ἴδῃς τὰ γνήσια ἔγγονα καὶ πρωτότοκα Αἰγύπτου φθειρόμενα (Exod. 11, 5), τὸ ἐπιθυμεῖν, τὸ ἥδεσθαι, τὸ λυπεῖσθαι, τὸ φοβεῖσθαι, τὸ ἀδικεῖν, τὸ ἀφραίνειν, τὸ ἀκολασταίνειν καὶ ὅσα τούτων ἀδελφὰ καὶ συγγενῆ, καταπλαγεὶς ἡσύχαζε, τὸ φοβερὸν τοῦ θεοῦ κράτος ὑποπτήξας. „οὐ γὰρ γρύξει“ φησί „κύων τῇ γλώσσῃ, οὐδ’ ἀπ’ ἀνθρώπου ἕως κτήνους“ (ibid. 7), ἴσον τῷ οὔτε τὴν κυνώδη γλῶσσαν ὑλακτοῦσάν τε καὶ κράζουσαν οὔτε τὸν ἐν ἡμῖν ἄνθρωπον, ἡγεμόνα νοῦν, οὔτε τὸ κτηνῶδες θρέμμα, τὴν αἴσθησιν, προσήκει γαυριᾶν, ὅταν ἀναιρεθέντος τοῦ παρ’ ἡμᾶς ὅλον ἔξωθεν τὸ συμμαχικὸν αὐτοκέλευστον ὑπερασπιοῦν ἥκῃ. πολλοὶ δὲ συμβαίνουσι καιροὶ μὴ ἐφαρμόζοντες ἡσυχίᾳ, τὰς δὲ καταλογάδην ῥήσεις ἐπιζητοῦντες· ὧν πάλιν ἰδεῖν ἔστιν ἀνακείμενα ὑπομνήματα. πῶς; ἀγαθοῦ τις γέγονεν ἀπροσδόκητος μετουσία; καλὸν οὖν εὐχαριστῆσαι καὶ τὸν ἐπιπέμψαντα ὑμνῆσαι. τί οὖν τὸ ἀγαθόν; τέθνηκε τὸ ἐπιτιθέμενον ἡμῖν πάθος καὶ πρηνὲς ἄταφον ἔρριπται; μὴ μέλλωμεν οὖν, ἀλλὰ χορὸν στησάμενοι τὴν ἱεροπρεπεστάτην ᾄδωμεν ᾠδήν, παρακελευόμενοι λέγειν πᾶσιν· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15, 1). ἀλλὰ γὰρ ἡ μὲν τοῦ πάθους φθορὰ καὶ μετανάστασις ἀγαθόν, ἀλλ’ οὐ τέλειον ἀγαθόν· ἡ δὲ σοφίας εὕρεσις ὑπερβάλλον καλόν· ἧς εὑρεθείσης ἅπας ὁ λεὼς οὐ καθ’ ἓν μέρος μουσικῆς, ἀλλὰ κατὰ πάσας αὐτῆς τὰς ἁρμονίας καὶ μελῳδίας ᾄσεται. „τότε“ γάρ φησιν „ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος“ (Num. 21, 17), λέγω δὲ ἐπὶ τῆς πάλαι μὲν κεκρυμμένης, ἀναζητηθείσης δὲ αὖθις καὶ ἐπὶ πᾶσιν ἀνευρημένης βαθείας τὴν φύσιν ἐπιστήμης, ᾗ νόμος τὰς τῶν φιλοθεαμόνων ἄρδειν λογικὰς ἐν ψυχαῖς ἀρούρας.