Ancient Greek · ~3 min
40 to 43
Philo Judaeus, De somniis (lib. i‑ii) 40-43
Not analysed yet
ὁ δὲ πειρατικώτερον ἐνεδρεύων τοὺς ἀντιλοχῶντας ἀπάτης, φενακισμοῦ, γοητείας, σοφισμάτων, προσποιήσεως, ὑποκρίσεως, ἅπερ ἐξ ἑαυτῶν ψεκτὰ ὄντα κατ’ ἐχθρῶν γινόμενα ἐπαινεῖται· ὁ δὲ πλουτεῖν τὸν φύσεως πλοῦτον ἐπιτηδεύων ἐγκρατείας, ὀλιγοδεΐας· ὁ δὲ εἰρήνης ἐρῶν εὐνομίας, εὐδικίας, ἀτυφίας, ἰσότητος. ἐκ τούτων τὰ τῶν ὁμοπατρίων ἀδελφῶν δράγματα καταδεῖται, τὰ δὲ τοῦ ὁμογαστρίου ἐξ ἡμερῶν καὶ χρόνου, τῶν οὐδενὸς αἰτίων ὡς ἁπάντων αἰτίων. αὐτὸς δὲ ὁ ἐνυπνιαστὴς καὶ ὀνειροπόλος —ἦν γὰρ ἀμφότερα —τῆς κενῆς δόξης ὡς μεγίστου καὶ λαμπροτάτου καὶ βιωφελεστάτου κτήματος ἐπιδράττεται. διὸ πρῶτον μὲν ἀπ’ ὀνειράτων, ἃ νυκτὶ φίλα, τῷ βασιλεῖ τῆς σωματικῆς χώρας γνωρίζεται, οὐκ ἀπὸ πραγμάτων τηλαυγῶν ἐναργείας, ἃ πρὸς ἐπίδειξιν ἡμέρας δεῖται. εἶτ’ ἐπίτροπος ἢ κηδεμὼν Αἰγύπτου πάσης ἀνακηρύττεται, ταῖς τιμαῖς τοῦ βασιλέως οἰσόμενος δευτερεῖα, ἅπερ ἥττης καὶ ἀτιμίας ἀφανέστερα καὶ καταγελαστότερα παρὰ φρονήσει γράφεται δικαζούσῃ.