Ancient Greek · ~7 min
52 to 58
Philo Judaeus, De somniis (lib. i‑ii) 52-58
Not analysed yet
τίς γε μὴν οὐκ οἶδεν, ὅτι ἀμπεχόνη πρὸς τὰς ἀπὸ κρυμοῦ |καὶ θάλπους ἐγγινομένας βλάβας τῷ σώματι κατεσκευάσθη τὸ πρῶτον; ἀλεξάνεμος μέν, ὡς οἱ ποιηταί πού φασι, χειμῶνι ***. τίς οὖν τὰς πολυτελεῖς ἁλουργίδας, τίς τὰ διαφανῆ καὶ λεπτὰ θέριστρα, τίς τὰς ἀραχνοϋφεῖς ἀμπεχόνας, τίς τὰ ἐπηνθισμένα ἢ βαφαῖς ἢ πλοκαῖς διὰ τῶν βάπτειν ἢ ὑφαίνειν ποικίλα ἐπισταμένων καὶ τὴν ἐν ζῳγραφίᾳ μίμησιν παρευημερούντων δαιδαλεύεται; τίς; οὐχ ἡ κενὴ δόξα; ἀλλὰ μὴν καὶ οἰκίας διὰ τὰς αὐτὰς ἐδέησεν ἡμῖν αἰτίας, καὶ ὅπως μὴ πρὸς θηρίων ἢ θηριωδεστάτων τὰς φύσεις ἀνθρώπων ἐπιτρεχόντων βλαπτώμεθα. τί οὖν τὰ μὲν ἐδάφη καὶ τοὺς τοίχους πολυτελέσι λίθοις διακοσμοῦμεν; τί δὲ Ἀσίαν καὶ Λιβύην καὶ πᾶσαν Εὐρώπην καὶ τὰς νήσους ἐπερχόμεθα, κίονας ἀριστίνδην ἐπιλελεγμένους καὶ ἐπιστυλίδας ἐρευνῶντες; τί δὲ περὶ Δωρίους καὶ Ἰωνικὰς καὶ Κορινθιακὰς γλυφὰς καὶ ὅσα οἱ ἐντρυφῶντες τοῖς καθεστῶσι νόμοις προσεξεῦρον σπουδάζομέν τε καὶ φιλοτιμούμεθα, κιονόκρανα κοσμοῦντες; τί δὲ χρυσορόφους ἀνδρῶνας καὶ γυναικωνίτιδας κατασκευάζομεν; ἆρ’ οὐ διὰ τὴν κενὴν δόξαν; καὶ μὴν πρός γε ὕπνον μαλακὸν μὲν ἔδαφος αὔταρκες ἦν —ἐπεὶ καὶ μέχρι νῦν τοὺς Γυμνοσοφιστὰς παρ’ Ἰνδοῖς χαμευνεῖν ἐκ παλαιῶν ἐθῶν κατέχει λόγος —,εἰ δὲ μή, στιβὰς γοῦν ἐκ λίθων λογάδων ἢ ξύλων εὐτελῶν πεποιημένη κλίνη. ἀλλὰ γὰρ ἐλεφαντόποδες τὰ ἐνήλατα καὶ κλιντῆρες ὀστράκοις πολυτελέσι καὶ ποικίλαις χελώναις ἐνδεδεμέναις μετὰ πολλῶν πόνων καὶ δαπανημάτων ἐν πολλῷ χρόνῳ κατασκευάζονται, τινὲς δὲ ὁλοάργυροι καὶ ὁλόχρυσοι καὶ λιθοκόλλητοι στρωμναί, ἀνθηροποικίλοις καὶ χρυσοπάστοις ὡς πρὸς ἐπίδειξιν καὶ πομπήν, οὐ τὴν καθ’ ἡμέραν χρῆσιν, διακεκοσμημέναι, ὧν δημιουργὸς ἡ κενὴ δόξα. τί δὲ τοῦ ἀπὸ τῆς ἐλαίας ἐκθλιβομένου καρποῦ πλέον ἔδει ζητεῖν πρὸς ἀλείμματα; καὶ γὰρ λεαίνει καὶ κάματον σώματος λύει καὶ εὐσαρκίαν ἐμποιεῖ, κἂν εἴ τι κεχαλασμένον εἴη, σφίγγει πυκνότητι καὶ οὐδενὸς ἧττον ἑτέρου ῥώμην καὶ εὐτονίαν ἐντίθησιν.