Ancient Greek
59 to 61
Philo Judaeus, De somniis (lib. i‑ii) 59-61
Not analysed yet
ἀλλὰ γὰρ ἐπετειχίσθη τοῖς ὠφελοῦσι τὰ ἡδέα τῆς κενῆς δόξης ἀλείμματα, εἰς ἃ καὶ μυρεψοὶ πονοῦσι καὶ χῶραι μεγάλαι συντελοῦσι, Συρία, Βαβυλών, Ἰνδοί, Σκύθαι, παρ’ οἷς αἱ τῶν ἀρωμάτων γενέσεις εἰσί. πρός γε μὴν τὸ πίνειν τίνος ἔδει μᾶλλον ἢ τοῦ φύσεως ἐκπώματος ἀκρότησι τέχνης εἰργασμένου; τὸ δὲ ἔκπωμα αἱ ἡμέτεραι χεῖρές εἰσιν, ἃς εἰς ταὐτό τις συναγαγὼν καὶ κοιλάνας, εὖ μάλα τῷ στόματι προσθείς, ἐπιχέοντος ἑτέρου τὸ ποτὸν οὐ μόνον ἄκος τῆς δίψης, ἀλλὰ καὶ ἄλεκτον ἡδονὴν κτᾶται. εἰ δὲ ἔδει πάντως ἑτέρου, τὸ γεωργικὸν κισσύβιον οὐχ ἱκανὸν ἦν, ἀλλὰ ἄλλων ἐπιφανῶν τέχνας ἀναζητεῖν ἔδει; τί δὲ ἀργυρῶν καὶ χρυσῶν κυλίκων ἄφθονον πλῆθος κατασκευάζεσθαι, εἰ μὴ διὰ τὸν φρυαττόμενον μεγάλα τῦφον καὶ τὴν ἐπ’ αἰώρας φορουμένην κενὴν δόξαν;