Ancient Greek · ~2 min
ΦΙΛΩNΟΣ ΠEΡΙ ΤΟΥ ΘEΟΠEΜΠΤΟΥΣ ΕΙΝΑΙ TΟΥΣ ΟNEΙΡΟΥΣ
Philo Judaeus, De somniis (lib. i‑ii) 6
Not analysed yet
πρέποι δ’ ἂν ἀπὸ τῶν πρώτων ἀεὶ τῆς διδασκαλίας ἀπάρχεσθαι· πρῶτοι δ’ εἰσὶν οὓς ἐθεάσατο Ἰωσήφ, ἀπὸ δυεῖν τῶν τοῦ κόσμου μερῶν, οὐρανοῦ τε καὶ γῆς, διττὰς φαντασίας λαβών· ἀπὸ μὲν γῆς τὸ περὶ τὸν ἀμητὸν ὄναρ —τοιοῦτον δ’ ἐστίν· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, ἀνέστη δὲ τὸ ἐμὸν δράγμα“ (Gen. 37, 7), —τὸ δὲ περὶ τὸν ζῳδιακὸν κύκλον ***„ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με“ (ibid. 9).