Ancient Greek · ~2 min
7 to 8
Philo Judaeus, De somniis (lib. i‑ii) 7-8
Not analysed yet
διάκρισις δὲ τοῦ μὲν προτέρου μετὰ σφοδρᾶς ἐπανατάσεως τοιαύτη· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν; ἢ κυριεύων κυριεύσεις ἡμῶν“ (ibid. 8) ; τοῦ δὲ ὑστέρου ὀργὴ πάλιν δικαία· „ἆρά γε ἐλευσόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν“ (ibid. 10) ; Ταῦτα μὲν δὴ θεμελίων τρόπον προκαταβεβλήσθω, τὰ δὲ ἄλλα τοῖς σοφῆς ἀρχιτέκτονος, ἀλληγορίας, ἑπόμενοι παραγγέλμασιν ἐποικοδομῶμεν, ἑκάτερον δὴ τῶν ὀνειράτων ἀκριβοῦντες. ἃ δὲ χρὴ πρὸ ἀμφοτέρων ἀκοῦσαι, λεκτέον· τὴν τἀγαθοῦ φύσιν οἱ μὲν ἔτειναν ἐπὶ πολλά, οἱ δὲ τῷ ἀρίστῳ προσεκλήρωσαν μόνῳ· καὶ οἱ μὲν ἐκέρασαν, οἱ δὲ καὶ ἄκρατον εἴασαν.