Ancient Greek · ~4 min
63 to 66
Philo Judaeus, De somniis (lib. i‑ii) 63-66
Not analysed yet
ἐπιλείψει με ἡ ἡμέρα τὰς διαφθορὰς τοῦ ἀνθρωπείου βίου διεξιόντα. καίτοι τί δεῖ μακρηγορεῖν; τίς γὰρ αὐτῶν ἀνήκοός ἐστι, τίς δὲ οὐ θεατής; τίς μὲν οὖν οὐ τρίβων καὶ ἐθάς; ὥστε παγκάλως προσθήκην τὸν ἀτυφίας μὲν ἐχθρόν, τύφου δ’ ἑταῖρον ὠνόμασεν ὁ ἱερὸς λόγος. καθάπερ γὰρ τοῖς δένδρεσιν ἐπιφύονται βλάσται περισσαί, μεγάλαι τῶν γνησίων λῶβαι, ἃς καθαίρουσι καὶ ἀποτέμνουσι προνοίᾳ τῶν ἀναγκαίων οἱ γεωργοῦντες, οὕτω τῷ ἀληθεῖ καὶ ἀτύφῳ βίῳ παρανέβλαστεν ὁ κατεψευσμένος καὶ τετυφωμένος, οὗ μέχρι ταύτης τῆς ἡμέρας οὐδεὶς εὕρηται γεωργὸς ὃς τὴν βλαβερὰν ἐπίφυσιν αὐταῖς ῥίζαις ἀπέκοψε. τοιγαροῦν εἰδότες οἱ φρονήσεως ἀσκηταὶ τὸ κατάπλαστον τοῦτ’ αἰσθήσει πρῶτον, εἶτα διανοίᾳ μεταδιώκοντα ἄντικρυς ἐκβοῶσι· „θηρίον πονηρὸν ἥρπασε καὶ κατέφαγεν Ἰωσήφ“ (Gen. 37, 33). ἀλλ’ οὐ θηρίον ἐξηγριωμένον ὢν ὁ πολυπλοκώτατος τῶν πεφυρμένων ἀνθρώπων τυφοπλαστηθεὶς βίος, οὗ πλεονεξία καὶ πανουργία σοφαὶ δημιουργοί, τοὺς προσιόντας ἅπαντας εὐωχεῖται; τοιγάρτοι καὶ ἔτι ζῶσιν αὐτοῖς ὡς νεκροῖς προτεθήσεται πένθος, ἀξίαν ὀλοφύρσεως καὶ θρήνων καρπουμένοις ζωήν· ἐπεὶ καὶ Ἰακὼβ τὸν Ἰωσὴφ ἔτι ζῶντα πενθεῖ.