Ancient Greek
ΦΙΛΩNΟΣ ΠEΡΙ ΤΟΥ ΘEΟΠEΜΠΤΟΥΣ ΕΙΝΑΙ TΟΥΣ ΟNEΙΡΟΥΣ
Philo Judaeus, De somniis (lib. i‑ii) 67
Not analysed yet
ἀλλ’ οὐ Μωυσῆς ἐάσει τοὺς περὶ Ναδὰβ ἱεροὺς λόγους πενθεῖσθαι (Lev. 10, 6)· οὐ γὰρ ὑπ’ ἀγρίου πονηροῦ θηρὸς ἁρπασθέντες, ἀλλ’ ὑπὸ ῥιπῆς ἀσβέστου καὶ ἀθανάτου φέγγους ἀνελήφθησαν, ὅτι τὴν ἔνθερμον καὶ διάπυρον καὶ σαρκῶν ἀναλωτικὴν καὶ ὀξυκίνητον πρὸς τὴν εὐσέβειαν σπουδήν, ἣ γενέσεως μέν ἐστιν ἀλλοτρία, θεοῦ δὲ οἰκεία, τὸν μελλητὴν ὄκνον ἐκποδὼν ἀνελόντες, εὐαγῶς καθιέρωσαν, οὐ δι’ ἀναβαθμῶν ἐπὶ τὸν βωμὸν ἐλθόντες —ἀπείρηται γὰρ νόμῳ —,ἀλλὰ δεξιῷ πνεύματι ἐπουρίσαντες καὶ ἄχρι τῶν οὐρανοῦ περιόδων παραπεμφθέντες, θυσίας ὁλοκαύτου καὶ ὁλοκάρπου