Ancient Greek
Οὐ ψευδομαρτυρήσεις. to 42
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) Οὐ ψευδομαρτυρήσεις.-42
Not analysed yet
Ἔνατον μέν ἐστι τουτὶ τῶν δέκα κεφαλαίων, τῶν δὲ ἐν τῇ δευτέρᾳ στήλῃ τὸ τέταρτον ἀριθμῷ, μυρία δὲ τὸν ἀνθρώπινον βίον ὀνῆσαι δυνάμενον, εἰ φυλάττοιτο, ὡς καὶ τοὐναντίον ἀμελούμενον βλάψαι. ψεκτὸς μὲν γὰρ ὁ συκοφάντης, ὁ δὲ τὰ ψευδῆ μαρτυρῶν μᾶλλον ὑπαίτιος· ὁ μὲν γὰρ αὑτῷ βοηθῶν, ὁ δ’ ἄλλῳ συμπράττων πονηρός ἐστιν, ἐν δὲ συγκρίσει κακῶν ἀνδρῶν ὁ δι’ αὑτὸν ἁμαρτάνων τοῦ δι’ ἕτερον ἧττον ἄδικος.