Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 40-3
Not analysed yet
ὅ τε γὰρ κλέπτης ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος ἀρνεῖται καὶ ψεύδεται, δεδιὼς τὰς ἐκ τοῦ ὁμολογῆσαι τιμωρίας, ὅ τε ἀρνούμενος ἑτέρῳ σπουδάζων προσβάλλειν τὸ ἔγκλημα συκοφαντεῖ καὶ τέχνας ἐπινοεῖ, δι’ ὧν εὔλογον εἶναι δόξει τὸ συκοφάντημα, πᾶς τε συκοφάντης εὐθύς ἐστιν ἐπίορκος, ὀλίγα φροντίζων εὐσεβείας· ἐπειδὴ γὰρ ἐλέγχων ἀπορεῖ δικαίων, ἐπὶ τὴν ἄτεχνον λεγομένην πίστιν καταφεύγει, τὴν δι’ ὅρκων, οἰόμενος κατακλήσει θεοῦ πίστιν ἐργάζεσθαι τοῖς ἀκούουσιν. ἀνίερος δ’ ὁ τοιοῦτος ὢν καὶ βέβηλος ἴστω, μιαίνων τὸ ἀμίαντον φύσει [ἀγαθὸν καὶ] θεῖον ὄνομα.