Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 43-3
Not analysed yet
καὶ τὸν μὲν κατήγορον ὑποβλέπεται πᾶς δικαστὴς ὡς ὀλίγα φροντίζοντα τῆς ἀληθείας ἕνεκα τοῦ περιγενέσθαι, διὸ καὶ προοιμίων ἐδέησεν εἰς προσοχὴν ἀκροατοῦ τῷ λέγοντι· τοῦ δὲ μαρτυροῦντος μηδὲν ἐπ’ αὐτῷ προπεπονθὼς ὕπουλον ἐλευθέρᾳ γνώμῃ καὶ ἀναπεπταμένοις ὠσὶν ἀνέχεται, πίστιν καὶ ἀλήθειαν ὑποδυομένου, [τὸ] πραγμάτων μὲν ὠφελιμωτάτων τὰ ὀνόματα, ὀνομάτων δὲ προσαγωγότατα, οἷς καθάπερ δελέασιν ἐπὶ θήρᾳ χρῆται ὧν ὀρέγεται καὶ ποθεῖ.