Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 100-3
Not analysed yet
Οὐ μὴν οὐδὲ τὴν τῶν ἄλλων μετουσίαν ἐφῆκε καὶ χρῆσιν ἀδεᾶ τοῖς κοινωνοῦσι τῆς ἱερᾶς πολιτείας, ἀλλ’ ὅσα τῶν χερσαίων ἢ ἐνύδρων ἢ πτηνῶν ἐστιν εὐσαρκότατα καὶ πιότατα, γαργαλίζοντα καὶ ἐρεθίζοντα τὴν ἐπίβουλον ἡδονήν, πάντα ἀνὰ κράτος ἀπεῖπεν, εἰδὼς ὅτι τὴν ἀνδραποδωδεστάτην τῶν αἰσθήσεων δελεάσαντα γεῦσιν ἀπληστίαν ἐργάσεται, δυσίατον κακὸν ψυχαῖς τε καὶ σώμασιν· ἀπληστία γὰρ τίκτει δυσπεψίαν, ἥτις ἐστὶ νοσημάτων καὶ ἀρρωστημάτων ἀρχή τε καὶ πηγή.