Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 99-3
Not analysed yet
ἐφίεται δὲ τὸ παράπαν οὐδενὶ γεύσασθαί τινος ἢ μεταλαβεῖν, πρὶν διακρῖναι τὰς ἀπαρχάς, ἅμα καὶ πρὸς ἄσκησιν τῆς βιωφελεστάτης ἐγκρατείας· ὁ γὰρ ταῖς περιουσίαις, αἷς ἤνεγκαν αἱ τοῦ ἔτους ὧραι, μαθὼν μὴ ἐντρέχειν, ἀλλ’ ἀναμένων, ἄχρις ἂν αἱ ἀπαρχαὶ καθοσιωθῶσι, τὸν ἀφηνιασμὸν τῶν ὁρμῶν ἔοικεν ἀναχαιτίζειν ἐξευμαρίζων τὸ πάθος.