Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 102-4
Not analysed yet
οὔτε σκληραγωγίαν, ὡς ὁ Λακεδαιμόνιος νομοθέτης, ἀποδεξάμενος οὔτε τὸ ἁβροδίαιτον, ὡς ὁ τοῖς Ἴωσι καὶ Συβαρίταις τὰ περὶ θρύψιν καὶ χλιδὴν εἰσηγησάμενος, ἀλλὰ μέσην ἀτραπὸν ἀμφοῖν ἀνατεμὼν τὸ μὲν σφοδρὸν ἐχάλασε, τὸ δ’ ἀνειμένον ἐπέτεινε, τὰς ἐφ’ ἑκατέρων τῶν ἄκρων ὑπερβολὰς ὡς ἐν ὀργάνῳ μουσικῷ κερασάμενος τῇ μέσῃ, πρὸς ἁρμονίαν βίου καὶ συμφωνίαν ἀνεπίληπτον· ὅθεν οὐκ ἀμελῶς ἀλλὰ καὶ πάνυ πεφροντισμένως οἷς χρηστέον ἢ τοὐναντίον διετάξατο.