Ancient Greek · ~3 min
103 to 104
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 103-3-104
Not analysed yet
θηρία ὅσα σαρκῶν ἀνθρωπίνων ἅπτεται τάχα μὲν ἄν τις ὑπολάβοι δίκαιον εἶναι τὰ αὐτὰ πρὸς ἀνθρώπων πάσχειν οἷς διατίθησι· Μωυσῇ δὲ τῆς τούτων ἀπολαύσεως ἀνέχειν δοκεῖ, εἰ καὶ προσηνεστάτην καὶ ἡδίστην εὐωχίαν παρασκευάζει, λογιζόμενος τὸ πρέπον ἡμέρῳ ψυχῇ· καὶ γὰρ εἰ τοῖς διατιθεῖσιν ἁρμόττει τὰ παραπλήσια παθεῖν, ἀλλ’ οὐχὶ τοῖς παθοῦσιν ἀντιδιατιθέναι, μὴ λάθωσιν ὑπ’ ὀργῆς, ἀγρίου πάθους, θηριωθέντες. καὶ τοσαύτῃ χρῆται προφυλακῇ τοῦ πράγματος, ὥστε μακρόθεν ἀνεῖρξαι βουλόμενος τὴν ἐπὶ τὰ λεχθέντα ὁρμὴν ἀπαγορεῦσαι καὶ τῆς τῶν ἄλλων σαρκοβόρων ἀνὰ κράτος χρήσεως, τὰ ποηφάγα διακρίνας εἰς ἡμέρους ἀγέλας, ἐπεὶ καὶ τὴν φύσιν ἐστὶ τιθασά, τροφαῖς ἡμέροις αἷς ἀναδίδωσι γῆ χρώμενα καὶ μηδὲν εἰς ἐπιβουλὴν