Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 105-2
Not analysed yet
πραγματευόμενα. δέκα δ’ ἐστὶν ἀριθμῷ· μόσχος, ἀμνός, χίμαρος, ἔλαφος, δορκάς, βούβαλος, τραγέλαφος, πύγαργος, ὄρυξ, καμηλοπάρδαλις. ἀεὶ γὰρ τῆς ἀριθμητικῆς θεωρίας περιεχόμενος, ἣν ἀκριβῶς κατανενόηκεν ὅτι πλεῖστον ἐν τοῖς οὖσι δύναται, οὐδὲν οὐ μικρὸν οὐ μέγα νομοθετεῖ μὴ προσπαραλαβὼν καὶ ὥσπερ ἐφαρμόσας τὸν οἰκεῖον τοῖς νομοθετουμένοις ἀριθμόν. ἀριθμῶν δὲ τῶν ἀπὸ μονάδος τελειότατος ἡ δεκὰς καί, ὥς φησι Μωυσῆς, ἱερώτατός τε καὶ ἅγιος, ᾧ τὰ γένη τῶν καθαρῶν ζῴων ἐπισφραγίζεται, βουληθεὶς τὴν τούτων χρῆσιν ἀπονεῖμαι τοῖς μετέχουσι τῆς κατ’ αὐτὸν πολιτείας.