Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 107-2
Not analysed yet
καθάπερ γὰρ τὸ μηρυκώμενον ζῷον, ὅταν διατεμὸν τὴν τροφὴν ἐναπερείσηται τῇ φάρυγγι, πάλιν ἐκ τοῦ κατ’ ὀλίγον ἀνιμᾶται καὶ ἐπιλεαίνει καὶ μετὰ ταῦτ’ εἰς κοιλίαν διαπέμπεται, τὸν αὐτὸν τρόπον καὶ ὁ παιδευόμενος, δεξάμενος δι’ ὤτων τὰ σοφίας δόγματα καὶ θεωρήματα παρὰ τοῦ διδάσκοντος, ἐπὶ πλέον ἔχει τὴν μάθησιν οὐχ οἷός τε ὢν εὐθὺς συλλαβέσθαι καὶ περιδράξασθαι κραταιότερον, ἄχρις ἂν ἕκαστον ὧν ἤκουσεν ἀναπολῶν μνήμῃ συνεχέσι μελέταις —αἱ δ’ εἰσὶ κόλλα νοημάτων —ἐνσφραγίσηται τῇ ψυχῇ βεβαίως τὸν τύπον.