Ancient Greek · ~5 min
108 to 111
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 108-2-111
Not analysed yet
ἀλλ’ οὐδὲν ὡς ἔοικεν ὄφελος ἡ τῶν νοημάτων βεβαία κατάληψις, εἰ μὴ προσγένοιτο διαστολὴ τούτων καὶ διαίρεσις εἴς τε αἵρεσιν ὧν χρὴ καὶ φυγὴν τῶν ἐναντίων, ἧς τὸ διχηλοῦν σύμβολον· ἐπεὶ τοῦ βίου διττὴ ὁδός, ἡ μὲν ἐπὶ κακίαν, ἡ δ’ ἐπ’ ἀρετὴν ἄγουσα, καὶ δεῖ τὴν μὲν ἀποστρέφεσθαι, τῆς δὲ μηδέποτε ἀπολείπεσθαι. διὰ τοῦθ’ ὅσα ἢ μονώνυχα ἢ πολύχηλα τὰ μὲν ἀκάθαρτα, ὅτι αἰνίττεται μίαν καὶ τὴν αὐτὴν φύσιν ἀγαθοῦ τε καὶ κακοῦ, καθάπερ κοίλου καὶ περιφεροῦς καὶ ἀνάντους ὁδοῦ καὶ κατάντους, τὰ δ’ ὅτι πολλὰς ὁδοὺς μᾶλλον δ’ ἀνοδίας ἐμφαίνει τῷ βίῳ πρὸς ἀπάτην· οὐ γὰρ ῥᾴδιον ἐν πλήθει τὴν ἀνυσιμωτάτην καὶ ἀρίστην ἀτραπὸν καταλαβεῖν. Τούτους ἐπὶ τῶν χερσαίων τοὺς ὅρους θεὶς ἄρχεται καὶ τῶν ἐνύδρων τὰ πρὸς ἐδωδὴν καθαρὰ διαγράφειν, σημειωσάμενος καὶ ταῦτα διττοῖς χαρακτῆρσι, πτέρυξι καὶ λεπίσι· τὰ γὰρ ἢ μηδέτερον ἢ θάτερον ἔχοντα παραπέμπει καὶ παραιτεῖται. τὸ δ’ αἴτιον οὐκ ἀπὸ σκοποῦ λεκτέον. ὅσα μὲν ἢ ἀμφοῖν ἀμέτοχα ἢ τοῦ ἑτέρου, κατασύρεται πρὸς τοῦ ῥοώδους ἀντέχειν ἀδυνατοῦντα τῇ βίᾳ τῆς φορᾶς· οἷς δ’ ἑκάτερον πρόσεστιν, ἀποστρέφει καὶ μετωπηδὸν ἀνθίσταται καὶ φιλονεικοῦντα πρὸς τὸν ἀντίπαλον προθυμίαις καὶ τόλμαις ἀηττήτοις γυμνάζεται, ὡς ὠθούμενά τε ἀντωθεῖν καὶ διωκόμενα ἀντεπιτρέχειν, ὁδοὺς ἐν δυσοδίαις ἀναστέλλοντα εὐρείας πρὸς διεξόδους εὐμαρεῖς.