Ancient Greek · ~3 min
109 to 112
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 109-2-112
Not analysed yet
καὶ ὅσοι μέντοι κτηνοτροφοῦσι, μετ’ ἀδείας ἐπὶ χλοηφαγίας τὰ οἰκεῖα θρέμματα ἄγουσιν ἐκλεγόμενοι πεδία εὔχορτα καὶ ἐπιτηδειότατα ἐμβόσκεσθαι, καταχρώμενοι τῇ τῆς ἐκεχειρίας ἀδείᾳ· καὶ φθόνος οὐδεὶς ἀπαντᾶται ἐκ τῶν δεσποτῶν ἅτε παλαιοτάτῳ ἔθει κεκρατημένων, ὃ σύντροφον ἐκ μακρῶν χρόνων γενόμενον εἰς φύσιν ἐκνενίκηκεν. Ἀρχὴν ταύτην βαλλόμενος ὥσπερ θεμέλιόν τινα ἐπιεικείας καὶ φιλανθρωπίας ἑπτὰ ἑβδομάδας ἐτῶν συνθεὶς τὸ πεντηκοστὸν ὅλον ἀπέφηνεν ἱερόν, ἐξαίρετα καὶ πάντα διαφερόντως καλὰ νομοθετήσας ἐπ’ αὐτῷ παρὰ τὰ κοινωνίαν ἔχοντα. πρῶτον μὲν τόδε· τὰς ἀλλοτριωθείσας κτήσεις οἴεται δεῖν ἀποδίδοσθαι τοῖς ἐξ ἀρχῆς κυρίοις, ἵν’ αἱ κληρουχίαι τοῖς γένεσι διαφυλάττωνται καὶ μηδεὶς τῶν λῆξιν εἰληχότων εἰς ἅπαν στέρηται τῆς δωρεᾶς. ἐπειδὴ γὰρ καιροὶ πολλάκις προσπίπτουσιν ἀβούλητοι, δι’ οὓς ἀναγκάζονταί τινες πιπράσκειν τὰ ἴδια, καὶ τῆς ἐν δέοντι χρείας τούτων προὐνόησε καὶ τοὺς ὠνουμένους ἐκώλυσεν ἀπατᾶσθαι, τοῖς μὲν πιπράσκειν ἐφείς, τοὺς δ’ ἐφ’ οἷς ὠνήσονται μάλα σαφῶς ἀναδιδάξας.