Ancient Greek · ~7 min
102 to 108
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 102-2-108
Not analysed yet
οἱ δ’ ἀποθέμενοι πολὺ βάρος πραγματειῶν, ὅσον ἕωθεν εἰς ἑσπέραν ἦσαν ἐπηχθισμένοι, καὶ ἐπανελθόντες οἴκαδε πρὸς ἡσυχίαν τρέπονται καὶ καταδαρθόντες ὕπνῳ βαθεῖ τὸν μεθημερινὸν πόνον ἐκνοσηλεύονται, καὶ πάλιν νεαλεῖς καὶ ἀκμῆτες γενόμενοι σπεύδουσιν ἕκαστοι πρὸς τὰ οἰκεῖα καὶ συνήθη. τὸν δόλιχον τοῦτον ἡ φύσις διά τε ὕπνου καὶ ἐγρηγόρσεως ἀπένειμεν ἀνθρώποις, ἵν’ ἐν μέρει μὲν ἐνεργῶσιν, ἐν μέρει δ’ ἀτρεμίζοντες ἑτοιμότερα καὶ εὐκινητότερα τὰ τοῦ σώματος ἴσχωσι μέρη. Πρὸς ἅπερ ἀπιδὼν ὁ τοὺς νόμους ἡμῖν προφητεύσας ἄνεσιν ἐκήρυξε τῇ χώρᾳ δι’ ἑξαετίας γεωπόνους ἐπισχών. ἀλλὰ γὰρ οὐχ ἕνεκα ὧν εἶπον αὐτὸ μόνον τοῦτ’ εἰσηγήσατο, ἀλλὰ καὶ τῆς συνήθους φιλανθρωπίας, ἣν ἅπαντι μέρει τῆς νομοθεσίας συνυφαίνειν ἀξιοῖ τοῖς ἐντυγχάνουσι ταῖς ἱεραῖς γραφαῖς κοινωνικὰ καὶ χρηστὰ ἐνσφραγιζόμενος ἤθη. κελεύει γὰρ τῷ ἑβδόμῳ ἔτει μηδὲν συγκλείειν χωρίον, ἀλλὰ πάντας ἀμπελῶνας καὶ ἐλαιῶνας ἀναπεπταμένους ἐᾶν καὶ τὰς ἄλλας κτήσεις ὅσαι σπαρτῶν εἰσιν ἢ δένδρων, ἵνα τοῖς ἀπαυτοματισθεῖσι καρποῖς οἱ πένητες ἀδεῶς χρῆσθαι δύνωνται μᾶλλον ἢ οὐχ ἧττον τῶν κεκτημένων. ὅθεν τοῖς μὲν δεσπόταις οὐκ ἐφῆκεν ἐργάζεσθαι στοχασάμενος τοῦ μηδεμιᾶς λύπης αἴτιος αὐτοῖς γενέσθαι ὡς τὰ μὲν ἀναλώματα παρασχοῦσι, τὰς δ’ ἀντὶ τούτων προσόδους μὴ λαμβάνουσι, τοὺς δ’ ἀπόρους ὡς ἰδίων ἀπολαύειν τότε γοῦν τῶν ἀλλοτρίων εἶναι δοκούντων ἠξίωσε ταπεινοῦ σχήματος αὐτοὺς ἀπαλλάττων καὶ τῶν ἐπὶ μεταίταις ὀνειδῶν. ἆρ’ οὐκ ἄξιον ἐρασθῆναι τῶν νόμων, οἳ τοσαύτης γέμουσιν ἡμερότητος; δι’ ἣν οἱ μὲν πλούσιοι διδάσκονται μεταδιδόναι καὶ κοινωνεῖν ὧν ἔχουσι, παρηγοροῦνται δ’ οἱ πένητες, μὴ πάντοτε ταῖς τῶν εὐπόρων οἰκίαις ἐπιφοιτᾶν ἀναγκαζόμενοι πρὸς ἐπανόρθωσιν ὧν ἐνδεεῖς εἰσιν, ἀλλ’ ἔστιν ὅτε καὶ προσοδευόμενοι καθάπερ ἐξ ἰδίων κτημάτων τοὺς ἀπαυτοματίζοντας, ὡς ἔφην. καρπούς. χῆραι καὶ ὀρφανοὶ παῖδες καὶ ὅσοι ἄλλοι τῶν ἠμελημένων καὶ ἀφανῶν ἕνεκα τοῦ μὴ περιουσιάζειν τότε περιουσιάζουσι ταῖς τοῦ θεοῦ δωρεαῖς ἐξαπιναίως πεπλουτηκότες, ὃς αὐτοὺς πρὸς κοινωνίαν ἐκάλεσε τῶν κτητόρων ἐν τῷ τῆς ἱερᾶς ἑβδόμης ἀριθμῷ·