Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 11-2
Not analysed yet
ὁ γὰρ τοῦτο ποιῶν μόνον οὐκ ἄντικρυς βοᾷ, κἂν ἡσυχάζειν δοκῇ· "σοὶ χρῶμαι τοῦ ἀδικεῖν προκαλύμματι· αἰδουμένῳ μοι τὸ δοκεῖν ἁμαρτάνειν συνέργησον, ἀντ’ ἐμοῦ πονηρευομένου τὴν αἰτίαν ὑπόστηθι· μέλει γάρ μοι πλημμελοῦντι μὴ φαύλῳ νομίζεσθαι· σὺ δὲ τῆς παρὰ τοῖς πολλοῖς δόξης ἀλογεῖς οὐδὲν εὐφημίας ἐπιστρεφόμενος. “ἅπερ καὶ λέγειν καὶ ἐννοεῖσθαι ἀσεβέστατον· ἀγανακτήσαι γὰρ ἂν οὐχ ὅτι θεὸς ὁ πάσης κακίας ἀμέτοχος, ἀλλὰ καὶ πατὴρ καὶ ὀθνεῖος ἄνθρωπος μὴ τελείως ἀρετῆς ἄγευστος, εἰ τοιαῦτα ἀκούοι.