Ancient Greek
7 to 10
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 7-10
Not analysed yet
οὓς ἐχρῆν ὀργάνων τῷ καλλίστῳ, ᾧ φωνὴ καὶ λόγος τὰ βιωφελέστατα καὶ κοινωνίας αἴτια τετράνωται, πρὸς τιμὴν καὶ σεμνότητα καὶ εὐδαιμονισμὸν καταχρῆσθαι τοῦ πάντων αἰτίου. νυνὶ δ’ ὑπὸ τῆς ἄγαν ἀσεβείας περὶ ὧν ἂν τύχῃ τὰς φρικωδεστάτας ὀνομάζουσι κλήσεις καὶ ἄλλα ἐπ’ ἄλλοις ἐπιφέροντες ὀνόματα σωρηδὸν οὐκ ἐρυθριῶσι, νομίζοντες τῇ πυκνότητι καὶ τῷ συνεχεῖ τῶν ἐπαλλήλων ὅρκων οὗ διανοοῦνται περιέσεσθαι, λίαν ὄντες εὐήθεις· οὐ γὰρ πίστεως ἡ πολυορκία τεκμήριον ἀλλ’ ἀπιστίας ἐστὶ παρὰ τοῖς εὖ φρονοῦσιν. ἐὰν δέ τις ἐκβιασθεὶς ὀμόσῃ περὶ παντὸς οὑτινοσοῦν, ὃ μὴ νόμος ἀπείρηκε, παντὶ σθένει καὶ μηχανῇ πάσῃ τὸν ὅρκον βεβαιούτω μηδὲν ἐμποδὼν τιθέμενος εἰς τὴν τοῦ γνωσθέντος τελείωσιν, καὶ μάλιστα ἐπειδὰν μὴ ὀργαὶ ἀτίθασοι ἢ λελυττηκότες ἔρωτες ἢ ἐπιθυμίαι ἀκάθεκτοι τὴν διάνοιαν ἐκμήνωσιν, ὡς ἀγνοῆσαι τὰ λεγόμενα καὶ πραττόμενα, λογισμῷ δὲ καὶ διανοίᾳ νηφούσῃ ποιῆται τὸν ὅρκον. τί γὰρ ἄμεινον ἢ ἀψευδεῖν παρ’ ὅλον τὸν βίον καὶ ταῦτα μάρτυρι θεῷ χρώμενον; ὅρκος γὰρ οὐδὲν ἄλλο ἢ μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· θεὸν δὲ μὴ ἐπ’ ἀληθεῖ καλεῖν πάντων ἀνοσιώτατον.