Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 11-4
Not analysed yet
Τὰ μὲν οὖν ἄλλα φώρια τετίμηται διπλῇ καταθέσει. βοῦν δὲ ἢ πρόβατον εἴ τις ὑφέλοιτο, μείζονος ἠξίωσε δίκης προνομίαν διδοὺς ζῴοις, ἃ καλλιστεύει τῶν ἐν ταῖς ἡμέροις ἀγέλαις οὐ μόνον εὐμορφίᾳ σώματος ἀλλὰ καὶ ταῖς περὶ τὸν ἀνθρώπινον βίον ὠφελείαις. ἧς χάριν αἰτίας οὐδ’ ἐπ’ ἀμφοῖν τὴν ποσότητα τῶν ἐπιτιμίων ἴσην ὥρισεν, ἀλλὰ τὰς χρείας διαριθμησάμενος, ἃς ἑκάτερον παρέχεται τῶν εἰρημένων, ἀνάλογον καὶ τὴν ἔκτισιν ἐνομοθέτησε.