Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 12-3
Not analysed yet
κελεύει γὰρ τέτταρα μὲν πρόβατα ἀποτίνειν βοῦς δὲ πέντε τὸν κλέπτην ἀνθ’ ἑνὸς τοῦ ὑφαιρεθέντος, ἐπειδὴ πρόβατον μὲν φέρει δασμοὺς τέτταρας, γάλα καὶ τυρὸν καὶ ἔρια καὶ ἐτησίους ἄρνας, ὁ δὲ βοῦς πέντε, τρεῖς μὲν τοὺς αὐτοὺς ἐν γάλακτι καὶ τυρῷ καὶ γεννήμασι, δύο δ’ ἐξαιρέτους, ἄροτον γῆς καὶ ἀλοητόν, ὧν ὁ μέν ἐστιν ἀρχὴ σπορᾶς καρπῶν, ὁ δὲ τέλος εἰς κάθαρσιν τῶν συγκομισθέντων πρὸς ἑτοιμοτέραν τροφῆς χρῆσιν.