Ancient Greek · ~3 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 113-4
Not analysed yet
Τῆς δ’ αὐτῆς ἰδέας ἐχόμενος τῶν ἑρπετῶν ὅσα ἢ ἄποδα ἢ συρμῷ τῆς γαστρὸς ἰλυσπώμενα ἢ τετρασκελῆ καὶ πολύποδα φησὶν εἶναι πρὸς ἐδωδὴν οὐ καθαρά, πάλιν αἰνιττόμενος διὰ μὲν ἑρπετῶν τοὺς ἐπὶ κοιλίαις τὸν αἰθυίης τρόπον ἐμφορουμένους καὶ γαστρὶ τῇ ταλαίνῃ δασμοὺς ἀπαύστως εἰσφέροντας ἀκράτου, πεμμάτων, ἰχθύων, συνόλως ὅσα σιτοπόνων καὶ ὀψαρτυτῶν τετεχνιτευμέναι περιεργίαι μετὰ παντοίων ἐδεσμάτων δημιουργοῦσιν ἀναρριπίζουσαι καὶ προσαναφλέγουσαι τὰς ἀπλήστους καὶ ἀκορέστους ἐπιθυμίας, διὰ δὲ τῶν τετρασκελῶν καὶ πολυπόδων τοὺς μὴ ἑνὸς πάθους, ἐπιθυμίας, ἀλλὰ συμπάντων κακοὺς δούλους, ἃ γένει μέν ἐστιν ἀριθμῷ τέτταρα, μυρία δὲ τοῖς εἴδεσιν. χαλεπὴ μὲν οὖν καὶ ἡ ἑνὸς δεσποτεία, βαρυτάτη δὲ καὶ ἀφόρητος, ὡς εἰκός, ἡ πλειόνων.