Ancient Greek · ~6 min
114 to 119
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 114-4-119
Not analysed yet
οἷς δὲ τῶν ἑρπετῶν ὑπεράνω σκέλη τῶν ποδῶν ἐστιν, ὥστε πηδᾶν ἀπὸ τῆς γῆς δύνασθαι, ταῦτ’ ἐν καθαροῖς ἀναγράφει, καθάπερ τὰ τῶν ἀκρίδων γένη καὶ τὸν ὀφιομάχην καλούμενον, πάλιν διὰ συμβόλων ἤθη καὶ τρόπους λογικῆς ψυχῆς διερευνώμενος· ἡ μὲν γὰρ τοῦ σώματος ὁλκὴ φύσει βρίθουσα τοὺς ὀλιγόφρονας συνεφέλκεται τῷ πλήθει τῶν σαρκῶν αὐχενίζουσα καὶ πιέζουσα· μακάριοι δ’ οἷς ἐξεγένετο κραταιοτέρᾳ δυνάμει πρὸς τὴν ῥοπὴν τῆς ὁλκῆς ἀντιβιάσασθαι παιδείας κανόσιν ὀρθῆς, ἄνω πηδᾶν δεδιδαγμένοις ἀπὸ γῆς καὶ τῶν χαμαιζήλων εἰς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, ὧν ἡ θέα ζηλωτὴ καὶ περιμάχητος τοῖς ἑκουσίως ἀλλὰ μὴ παρέργως ἥκουσιν. Ἐπεληλυθὼς οὖν τῷ λόγῳ τάς τε τῶν χερσαίων καὶ τὰς τῶν ἐνύδρων ζῴων ἰδέας καὶ νόμοις αὐτὰς ὡς ἐνῆν ἄριστα διακρίνας ἄρχεται καὶ τὴν λοιπὴν φύσιν τῶν ἐν ἀέρι προσεξετάζειν, μυρία γένη τῶν πτηνῶν ἀποδοκιμάσας ὅσα ἢ κατ’ ἄλλων ἢ κατ’ ἀνθρώπων φονᾷ, σαρκοβόρα καὶ ἰοβόλα καὶ συνόλως ἐπιβούλοις κεχρημένα ταῖς δυνάμεσι. φάττας δὲ καὶ περιστερὰς καὶ τρυγόνας καὶ τὰς γεράνων καὶ χηνῶν καὶ ὁμοιοτρόπων ἀγέλας ἐν τῇ τιθασῷ καὶ ἡμέρῳ τάξει καταριθμεῖ παρέχων τοῖς βουλομένοις τὴν τούτων χρῆσιν ἀδεᾶ. οὕτως ἐφ’ ἑκάστου τῶν τοῦ κόσμου μερῶν, γῆς ὕδατος ἀέρος, γένη παντοίων ζῴων, χερσαῖα καὶ ἔνυδρα καὶ πτηνά, τῆς ἡμετέρας χρήσεως ὑφαιρῶν, καθάπερ ὕλην πυρός, σβέσιν τῆς ἐπιθυμίας ἀπεργάζεται. Κελεύει μέντοι μήτε θνησιμαῖον μήτε θηριάλωτον προσίεσθαι, τὸ μὲν ὡς οὐ δέον κοινωνεῖν τραπέζης ἄνθρωπον ἀτιθάσοις θηρίοις, μόνον οὐ συνευωχούμενον ταῖς σαρκοφαγίαις, τὸ δ’ ὡς τάχα μὲν βλαβερὸν καὶ νοσῶδες, ἐναποτεθνηκότος τοῦ ἰχῶρος μετὰ τοῦ αἵματος, τάχα δ’ ἐπεὶ καὶ τελευτῇ προκατεσχημένον ἁρμόττον ἦν ἄψαυστον διαφυλάττειν, αἰδουμένους τὰς φύσεως ἀνάγκας αἷς προκατελήφθη.