Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΔΥΟ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΕΚΤΟΝ ΚΑΙ ΤΟ ΕΒΔΟΜΟΝ, ΤΟ ΚΑΤΑ ΜΟΙΧΩΝ ΚΑΙ ΠΑΝΤΟΣ ΑΚΟΛΑΣΤΟΥ ΚΑΙ ΤΟ ΚΑΤΑ ΑΝΔΡΟΦΟΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΒΙΑΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 121-3
Not analysed yet
μὴ γὰρ ἄν ποτε τὸν ἵλεω καὶ συγγνώμονα θεὸν ἐπ’ ἀναιρέσει τόν γε ἀναίτιον ἐκδοῦναι, ἀλλ’ ὅστις τὰς μὲν παρὰ ἀνθρώποις κρίσεις εὐμηχάνως ἕνεκα τοῦ πολυτρόπου διαδιδράσκει, πρὸς δὲ τὸ τῆς φύσεως ἀχθεὶς ἀφανὲς δικαστήριον ἑάλω, ἐν ᾧ μόνῳ τἀληθὲς ἀκραιφνέστατον ὁρᾶται, λόγων τέχναις οὐκ ἐπισκιαζόμενον, οὐδὲ γὰρ λόγους τὴν ἀρχὴν παραδέχεται βουλήματα ἀπαμπίσχον καὶ διανοίας ἀφανεῖς εἰς τοὐμφανὲς ἄγον —,τῇ δὲ καὶ τὸν ἀνελόντα φόνῳ μὲν οὐ ποιῶν ὑπόδικον ἅτε θείᾳ κρίσει δόξαντα ὑπηρετῆσαι, μιάσματι δὲ ἀδηλουμένῳ καὶ βραχεῖ πάντως, ὃ παραιτητὸν καὶ συγγνωστόν ἐστι.