Ancient Greek · ~3 min
122 to 124
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 122-3-124
Not analysed yet
χρῆται γὰρ ὁ θεὸς τοῖς ὀλίγα καὶ ἰάσιμα διαμαρτάνουσι κατὰ τῶν μέγιστα καὶ ἀνίατα ἠδικηκότων ὑπηρέταις κολάσεως, οὐκ ἐκείνους ἀποδεχόμενος, ἀλλ’ ὡς ἂν ὄργανα παραλαμβάνων ἐπιτήδεια πρὸς τιμωρίαν, ἵνα μηδεὶς ὅλῳ βίῳ καθαρὸς ὢν καὶ ἐκ καθαρῶν φόνου, κἂν δικαιότατος ᾖ, προσάψηται. φυγὴν οὖν κατὰ τοῦ κτείναντος ἀκουσίως ὥρισεν, οὐχ ὅπῃ τύχοι οὐδ’ εἰς ἀεί· πόλεις μὲν γὰρ ἓξ ἀπένειμεν, ὀγδόην μοῖραν ὧν ἔλαχεν ἡ ἱερωμένη φυλή, τοῖς ἁλοῦσιν, ἃς ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε „φυγαδευτηρίων“· χρόνον δὲ τῆς φυγῆς τὸν βίον τοῦ ἀρχιερέως προσενομοθέτησε κάθοδον μετὰ τὴν ἐκείνου τελευτὴν ἐπιτρέπων. αἰτία δὲ τούτου μὲν προτέρα ἥδε· ἡ λεχθεῖσα φυλὴ τὰς πόλεις εἴληφεν ἆθλον ἀνδροφονίας εὐαγοῦς, ἣν ἀριστειῶν ὅσαι πώποτε γεγόνασιν ἐπιφανεστάτην καὶ μεγίστην ὑποληπτέον.